TLG 0069 001 :: DIONYSIUS :: Descriptio Graeciae

DIONYSIUS Geogr., Filius Calliphontis
(A.D. 2?)

Descriptio Graeciae

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 238–243.

Citation: (Line)

1tΔΙΟΝΥΣΙΟΥ
2tΤΟΥ ΚΑΛΛΙΦΩΝΤΟΣ
3tΑΝΑΓΡΑΦΗ ΤΗΣ ΕΛΛΑΔΟΣ.
1Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ, ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον, ὅπερ ἔνιοι ποιοῦς’ ἐμαυτοῦ τιθέμενος νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα,
5ὑποταττομένας ταύτῃ δὲ τὰς ἑξῆς πόλεις, στοιχεῖον οὐκ ἄμουσον ἅμα θ’ Ἑλληνικόν ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα,
10ταῦτ’ ἐμμέτρως ῥηθήσετ’ ἐν βραχεῖ χρόνῳ, ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον· ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις, ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί
15λιμένας, ἅ τ’ ἐστὶν ἐν Πελοποννήσῳ γένη λεγόμενα χὡμοροῦντ’ ἑαυτοῖς κατὰ τόπους, ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ, φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων, ὥστ’ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν·
20νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλ’ ἐσπευσμένην
τὴν πραγματείαν· διὸ σεαυτὸν μὴ βραδύν ὁλοσχερῶς ἐπὶ ταῦτα δοὺς καὶ σπουδάσας συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν. Τῆς Ἑλλάδος ἐστὶν Ἀμβρακία πρώτη πόλις.238
25Αὕτη δ’ ἀποικία λέγεται Κορινθίων εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δ’ ἔχει ἀπὸ τῆς θαλάττης ὀγδοήκοντ’. ἐπιφανὲς δ’ ἱερὸν Ἀθηνᾶς ἐστ’ ἐν αὐτῇ καὶ λιμήν
30κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δ’ ὅλη. Ἡ δ’ Ἑλλὰς ἀπὸ τῆς Ἀμβρακίας εἶναι δοκεῖ μάλιστα συνεχής· τὸ πέρας αὐτῆς δ’ ἔρχεται ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει, ὄρος τε Μαγνήτων Ὁμόλην κεκλημένον.
35Τινὲς δὲ τὴν Μαγνησίαν τῆς Ἑλλάδος λέγουσιν εἶναι, τὸν δὲ Φιλέαν ἀγνοεῖν ἀποχωρίσαντα, τοῦτο δ’ εἶναι συμφανές τοῖς φιλομαθεῖν μάλιστα φιλοτιμουμένοις. Πλὴν ἐπὶ τὰ λοιπὰ τοῦ λόγου προβήσομαι.
40Ἀπ’ Ἀμβρακίας εἰς Θετταλίαν τριῶν ὁδός ἔσθ’ ἡμερῶν. Ἔχει δὲ ποταμὸν λεγόμενον Ἄρατθον εἰς θάλατταν ἐξιόντα, καί ὄρος πρόσεστιν ἱερὸν ἐπικεκλημένον. Σταδίων δ’ ὁ παράπλους ἐστὶν ἑκατὸν εἴκοσιν.
45Εἶτα μετὰ ταύτην εἰς’ Ὀρέσται λεγόμενοι· εἶτ’ Ἀμφιλοχία δ’· Ἄργος ἐνταῦθ’ ἔστι τό Ἀμφιλοχικόν. Μετὰ τοῦτ’ Ἀκαρνᾶνες· πόλεις οὗτοι δ’ ἔχουσι πλείονας, καὶ Λευκάδα, ἀφ’ ἧς μέγας ἐστὶ κόλπος εἰς Ἰσθμὸν φέρων.

(50)

Νῆσοι Κεφαλλήνων δ’ ἐν αὐτῷ κείμεναι·
Ἰθάκη σταδίων [ὡς] ὀγδοήκοντα, στενή, ὕψος δ’ ἔχουσα καὶ λιμένας τρεῖς· ἐχομένη ... πρὸς ἐσπέραν δ’ οἰκοῦσι τῆς Αἰτωλίας ... Ἱερὸν δ’ ὕπεστιν Ἡρακλέους καλούμενον,239
55ἕτερον δ’ Ἀφροδίτης. Ποταμὸν ἡ χώρα δ’ ἔχει Ἀχελῷον. Ἡμερῶν δὲ καὶ νυκτῶν δύο ἔσθ’ ὁ παράπλους αὐτῆς. Ἔχεται δ’ Αἰτωλία, ἐν ᾗ πόλις Πλευρὼν ὑπόκειται, χἱερόν ἅγιον Ἀθηνᾶς ἐστιν ὠνομασμένον.
60Ἔπειτα Καλυδὼν, εἶτεν αἵ τ’ Ἐχινάδες νῆσοι ποταμός τ’ Εὔηνος ἐκ Πίνδου ῥέων. Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν· παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς. Εἶτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη,
65ἐν ᾗ πόλις Ναύπακτος· εἶθ’ ὑποκείμενος λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν Τολοφῶνα ποταμός ἐσθ’ Ὕλαιθος λεγόμενος· τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας. Ὁ πᾶς δὲ παράπλους οὐδ’ ὅλης ἔσθ’ ἡμέρας.
70Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι. Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι, παρ’ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δ’ ἄνω προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν,
75ἐν ᾧ τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος.
Παράπλους δὲ ταύτης ἡμέρας ἔσθ’ οὐχ ὅλης.240
80ἐν τῇ μεσογείᾳ δ’ ἐστὶ Κυπάρισσος πόλις Κρῖσά τε, μετ’ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο ἐπίσημ’ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,
85ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις, καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ ἔστ’ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος, Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι
90Ἀγαμέμνον’, εἶτεν Ἐρέσιον καλούμενον ἀκρότατον, εἶτ’ Εὔριπος. Ἀνθηδὼν δ’ ἔχει Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετ’ οὐ πολύ Τάναγρα. Κεῖται δ’ ἐν μεσογείᾳ πάνυ καλή πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον
95ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν, Κῶπαι (δὲ) πόλις κὠρχομενός· εἶτα μετ’ οὐ πολύ πόλις Λεβάδεια χἱερὸν Τροφωνίου, ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι. Εἶτ’ Ὠκαλέα πόλις ἐστὶ καὶ Μεδεών. Μετά

(100)

ταύτην ὑπόκειται Θεσπιὰ, κᾆτ’ ἐχομένη ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια, διακόσια δὲ χἁβδομήκοντ’ ἐστὶ τό241
105πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μὲν λεγόμενον Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δ’ εὔυδρα παρακείμεν’ ἔστ’· ἔπειτα χώρα Μεγαρέων. Ἐντεῦθεν ἀρχὴ τῆς Πελοποννήσου .....
108.............. Λιμήν χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη
109πόλις ...
109———
110Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη νῆσος περίκλυστος· ἔστι δ’ αὐτῆς τὸ μέγεθος δισχιλίων καὶ πεντακοσίων που σχεδόν σταδίων· ἁπασῶν δ’ ἐστὶ πελαγιωτάτη, στενὴ δὲ τελέως· ἐν δὲ ταύτῃ τρία γένη
115ἀποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα αὐτόχθονα γένη. Φασὶ δ’ ἐν Κρήτῃ πόλιν εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον
120δύνοντα, κλειστὸν λιμέν’ ἔχουσαν χἱερόν Ἀρτέμιδος ἅγιον, καὶ καλεῖσθαι τὴν θεόν Δίκτυνναν· εἶτεν Ἀπτεραίαν λεγομένην ἐν τῇ μεσογείᾳ· κᾆτα Κνωσσὸν ἐχομένην καὶ πρὸς νότον Γόρτυναν· ἄλλαι τ’ εἰσὶν ἐν
125Κρήτῃ πόλεις, ἅς ἐστιν ἐργῶδες φράσαι. Ποταμοὺς δ’ ἔχει Ληθαῖον, εἶτα λεγομένους Διδύμους, ἔπειτα Μαινόμενον, εἶτ’ ἐχόμενον Κεδρισὸν Ἀμφιμέλαν τε καὶ Μεσσάπολιν, ὄρος τε Δικτυνναῖον ἐπὶ δυσμὰς φέρον.
130 Τὰς δὲ Κυκλάδας νήσους ὁρῶμεν κειμένας ὑπὲρ Γεραιστοῦ, πρὸς δὲ τὴν μεσημβρίαν
οὔσας μὲν Εὐβοίας, περιεχούσας δὲ τό πέλαγος τὸ Μυρτῷον λεγόμενον, ἔτι δὲ καί τῆς Ἀττικῆς χώρας μετεχούσας παντελῶς.242
135Ἐγγὺς Κέως πρώτη τετράπολις Σουνίου νῆσος ὑπόκειται καὶ λιμήν· ἔχεται Κύθνος νῆσος πόλις τ’, εἶτεν Σέριφος καὶ λιμήν, ἔπειτα Σίφνος καὶ Κίμωλος ἐχομένη ... ἔχουσα λιμένας δύο· μετ’ αὐτὴν δ’ ἐστὶν ἡ
140Δῆλος ἱερὰ νῆσος λεγομένη, καὶ λιμήν νεώς τε τἀπόλλωνος, εἶτεν ἐχομένη Μύκονος· μετὰ ταύτην Τῆνός ἐστι καὶ λιμήν, Ἄνδρος τε νῆσος καὶ κατὰ Γέραιστον λιμήν. Αὗται μέν εἰσι Κυκλάδες, ἕτεραι λεγόμεναι
145Σποράδες, ἐν αἷσι Μῆλος, εἶτεν οὐ πολύ ἀπέχουσα Θήρα νῆσος, εἶτεν οὐ πολύ Ἴος, εἶτα Νάξος· μετὰ δὲ ταύτην πελαγία Σκῦρος· κατ’ Εὔβοιαν δ’ ὁρῶμεν κειμένην αὐτήν· ἀπὸ ταύτης ἐστὶν ἀπέχους’ οὐ πολύ

(150)

νῆσος Πεπάρηθος ἡ τρίπολις καλουμένη ...
150NΔΙΚΑΙΑΡΧΟΥ ΑΝΑΓΡΑΦΗ ΕΛΛΑΔΟΣ243